1. Περὶ δὲ τῶν καθ’ ἕκαστον µέρος τοῦ σώµατος παθῶν, ὦ Γλαύκων, ἑξῆς ἐροῦµεν ἀπὸ φλεγµονῆς ἀρξάµενοι. καὶ γὰρ πλειστάκις αὕτη γίνεται καὶ πλείστας ἔχει διαφοράς· καὶ πάσαις αὐταῖς πυρετοὶ πυφύκασιν ἕπεσθαι. κοινὸν µὲν οὖν ἁπάσαις ἡ ἄµετρός ἐστι θερµασία καὶ οἷον φλόγωσις, ὅθεν περ καὶ τὸ τῆς φλεγµονῆς ὄνοµα κατ’ αὐτῶν ἐπιφέρειν ἔθος ἦν τοῖς παλαιοῖς. ἰδίαν δὲ καθ’ ἑκάστην εὕροις ἄν τινα διαφορὰν, ἐξ ἧς τό τε εἶδος αὐτῆς γνωριεῖς καὶ τῆς προσηκούσης εὐπορήσεις ἰάσε-ως. ἑτέρως µὲν γὰρ ἕρπητας, ἑτέρως δ’ ἐρυσιπέλατα, ἑτέρως δὲ φύγεθλα καὶ τἄλλα τῶν φλεγµονῶν εἴδη θεραπεύσεις. ὥστε πάλιν ἡγεῖται κᾀνταῦθα διαγινώσκειν ὀρθῶς τὰ πάθη δύνασθαι. καί σοι πειράσοµαι τοῦτο πρῶτον γράψαι, διελόµενος ἐξ ἀρχῆς περὶ τῶν κατὰ τὰς φλεγµονὰς πάσας διαφορῶν. πρώτη µὲν οὖν διαφορὰ φλεγµονῆς ἐστι, καθ’ ἣν τὴν µὲν αὐτῆς ὑγρὰν, τὴν δὲ ξηρὰν εἶναι συµβέβηκεν. ὑγρὰν µὲν ἥτις ἂν ἐκ ῥεύµατος θερµοῦ τὸ µόριον καταλαµβάνοντος γίγνηται· ξηρὰν δ’ ὅταν µηδενὸς ἐπιῤῥυέντος τὴν σύµφυτον θερµασίαν ἐκπυρωθῆναι συµβῇ. τοῦτο δὲ µέχρι µέν τινος οἷον πυρετός ἐστι τοῦ µορίου· ἐπειδὰν δὲ εἰς ἄµετρον ἤδη θερµότητα καὶ ξηρότητα προήκῃ, φθορὰ καὶ νέκρωσις παντελὴς γίγνεται, ὅθεν οὐδ’ εἰς πλείω τέµνεσθαι πέφυκεν, ὥσπερ ἡ ἑτέρα διαφορὰ καθ’ ἣν ἐπιῤῥεῖν τινας χυµοὺς ἐλέγοµεν τῷ µέρει. πολλὰ γὰρ τὰ ταύτης εἴδη· αἵµατος µὲν γὰρ ἐπιῤῥυέντος ἕτερον· χολῆς δὲ ξανθῆς ἕτερον· ἀµφοῖν δ’ ἅµα τρίτον ἄλλο. καὶ µὲν δὴ καὶ καθ’ ἕκαστον αὐτῶν ἢ σεσηπός ἐστιν ἤδη τὸ ἐπιῤῥέον ἢ ἐν τῷ µορίῳ σφηνούµενον σήπεται· καὶ ἤτοι παχὺ τὴν σύστασιν ἢ λεπτὸν ἢ χρηστὸν ἢ δριµύ. αἵµατος µὲν οὖν χρηστοῦ καὶ συµµέτρου τῷ πάχει ῥυέντος εἴς τι µόριον ἀθρόως καὶ διὰ τὸ πλῆθος σφηνωθέντος, ὀδύνη σφοδρὰ καταλαµβάνει τὸν ἄνθρωπον, ἤν γε µὴ παντελῶς δυσαίσθητον ᾖ τὸ µόριον· καὶ σφυγµὸς ἀνιαρὸς ἐν τῷ βάθει καὶ τείνεσθαι πάντῃ νοµίζει καὶ θλᾶσθαι τὸ µόριον καὶ θερµασίας αἰσθάνεσθαι πλείονος, ὡς διακαίεσθαι δοκεῖν καὶ ἀναψύχεσθαι ποθεῖν· καὶ ἔρευθος ἐπανθεῖ τοιοῦτον, οἷον τοῖς λελουµένοις ἢ παρὰ τῷ πυρὶ θαλφθεῖσιν ἤ πως ἄλλως θερµανθεῖσι. τοῦτο τὸ πάθος τὴν τοῦ γένους ὅλου προσηγορίαν ἀπηνέγκατο καὶ καλεῖται φλεγµονὴ, ἄλλοις παραπλησίως πολλοῖς εἴδεσι λαµβάνουσι τὸ τοῦ γένους ἐπιφερόµενον ὄνοµα. καὶ γίνεται συνεχῶς ἐπὶ πάσῃ σχεδὸν προφάσει· καὶ γὰρ καὶ τρώσεσι καὶ σπάσµασι καὶ θλάσµασι καὶ ῥήγµασι καὶ τοῖς ἐκ τῶν γυµνασίων καµάτοις, ἐξαρθρήµασί τε καὶ κατάγµασι καὶ τοῖς αὐτοµάτοις ἕλκεσιν ἐπιγίγνεται· καὶ χωρὶς δὲ τούτων ἁπάντων, ὅταν εἰς ἄµετρον χυµῶν πλησµονὴν αἱ φλέβες ἀφίκωνται, τότε τὸ περιττὸν ἀποχέουσιν εἴς τι χωρίον, ὃ ἂν ἐπιτηδειότατον ᾖ τηνικαῦτα δέξασθαι· πάντως δὲ τοῦτο τῶν ἄλλων ἢ ἀῤῥωστότερόν ἐστιν ἢ µανώτερον ἢ ἕλκειν ἑτοιµότερον ἢ ἀκινητότερον, ἐξ ἡστινοσοῦν αἰτίας, εἰς ταύτας ἀχθὲν τὰς διαθέσεις. οὐ γὰρ τοῦτό γε νῦν πρόκειται λέγειν. χολὴ δὲ ξανθὴ ἡνίκα µὲν τὴν ἑαυτῆς φύσιν σώζουσα σὺν τῷ αἵµατι φέρεται πανταχόσε τοῦ σώµατος, ἴκτερος τὸ πάθος καλεῖται. µόνης δ’ ἀποκριθείσης καὶ κατά τι µόριον ἱσταµένης, ἕρπης ὀνοµάζεται· εἰ µὲν δὴ παχεῖα τὴν σύστασιν εἴη, πᾶν ἑλκοῖ µέχρι τῆς ὑποκειµένης σαρκὸς τὸ δέρµα, καὶ καλεῖ τούτους ῾Ιπποκράτης ἕρπητας ἐσθιοµένους. εἰ δὲ λεπτοτέρα εἴη, τὸ ἐπιπολῆς µόνον ὥσπερ ἐπικαίει καὶ τοῦτο τὸ εἶδος ἀπηνέγκατο τὴν τοῦ γένους προσηγορίαν, ἁπλῶς τε καὶ χωρὶς προσθήκης ἕρπης ὀνοµασθέν. τῶν γὰρ ἄλλων δυοῖν εἰδῶν τὸ µὲν ἤδη προειρηµένον ἐσθιόµενος ἕρπης ὀνοµάζεται, θάτερον δὲ τὸ λοιπὸν κεγχρίας, ὅτι καὶ τούτῳ συµβέβηκε, φλυκταίνας µικρὰς καὶ πολλὰς ἐπιπολῆς τοῦ δέρµατος ἐπεγείρειν, κέγχροις ἐοικυίας. γίνεται δ’ ὁ τοιοῦτος ἕρπης ὑπὸ χολῆς µὲν καὶ αὐτὸς, ἀλλ’ ἧττον δριµείας καὶ θερµῆς ἢ οἱ πρόσθεν. εἰ δ’ ἐξ αἵµατος καὶ ξανθῆς χολῆς θερµοτέρων τοῦ δέοντος µικτὸν εἴη τὸ ῥεῦµα, ἢ ἐξ αἵµατος µὲν, ζέοντος δὲ καὶ λεπτοτάτου τὴν σύστασιν, ἐρυσίπελας τὸ πάθος καλεῖται, θερµότερον πολλῷ τῆς φλεγµονῆς τοῦτο καὶ ξανθότερον ἰδέσθαι. καὶ εἰ ἅψαιο, ῥᾳδίως ὑποτρέχει τὸ αἷµα καὶ αὖθις ἐπιῤῥεῖ, λεπτὸν ἀκριβῶς καὶ ἐρυθρὸν φαινόµενον, οὐ µὴν οὐδ’ ὀδυνᾶται ὁµοίως τῇ φλεγµονῇ τοῦτο. καὶ κατ’ οὐδὲν δὲ τῶν τῆς φλεγµονῆς εἰδῶν οὔτε σφυγµὸν οὔτε θλῖψιν οὔτε τάσιν ὁµοίαν ἐπιφέρει, ἀλλ’ ἔσθ’ ὅτε καὶ πάνυ µετρίως ἐνοχλεῖ καὶ µάλισθ’ ὅταν κατὰ µόνου τοῦ δέρµατος ἐκχυθῇ, µηδὲν ἀδικοῦν τὴν ὑποκειµένην σάρκα· καὶ µὲν δὴ καὶ γίνεται τοιοῦτον ὡς τὰ πολλὰ καὶ τοῦτό ἐστι τὸ ἀκριβὲς ἐρυσίπελας. ὡς τό γε καὶ τῆς ὑποκειµένης ἁπτόµενον σαρκὸς οὔτ’ ἐξ ἀκριβῶς λεπτοῦ γίνεται τοῦ ῥεύµατος οὔτ’ ἐρυσίπελάς ἐστι µόνον, ἀλλ’ ἤδη µικτὴ διάθεσις ἐξ ἐρυσιπέλατός τε καὶ φλεγµονῆς, ἐπικρατεῖ δ’ ἐν αὐτῇ ποτὲ µὲν τὰ τοῦ ἐρυσιπέλατος ἴδια συµπτώµατα, καὶ καλεῖται τὸ τοιοῦτον πάθος ὑπὸ τῶν νεωτέρων ἰατρῶν ἐρυσίπελας φλεγµονῶδες· ποτὲ δὲ τὰ τῆς φλεγµονῆς, καὶ ὀνοµάζουσιν αὐτὸ τηνικαῦτα φλεγµονὴν ἐρυσιπελατώδη. εἰ δὲ τὰ µηδετέρου ἐπικρατοίη σαφῶς, ἀλλ’ ἶσα φαίνοιτο, φλεγµονὴ καὶ ἐρυσίπελας µεµίχθαι λέγεται. τὸ µὲν οὖν ἀκριβὲς ἐρυσίπελας αὐτοῦ τοῦ δέρµατος µόνου πάθος ἐστίν. οὐ µὴν ἥ γε φλεγµονὴ µόνων τῶν ὑποκειµένων τῷ δέρµατι µορίων, ἀλλὰ µάλιστα µὲν τούτων, ἐνίοτε δὲ καὶ τοῦ δέρµατος. καὶ ἔστιν αὐτὴ τἄλλα µὲν ὀδυνηρὰ τῆς ἑτέρας οὐδὲν ἧττον, ἄπεστι δ’ αὐτῆς ὁ σφυγµός. ὅταν δὲ τὸ ἐπιῤῥέον αἷµα θερµὸν ἱκανῶς ᾖ καὶ παχὺ, καθ’ ὅτι ἂν µόριον ἀθρόον ἐπιῤῥυῇ, τοῦτο καῦσαν ἕλκος ἐσχάραν ἔχον εἰργάσατο. τὸ πέριξ δ’ αὐτοῦ πᾶν εἰς φλεγµονὴν ἐξαίρει, ζέουσάν τε καὶ δεινῶς ἐπώδυνον. ὀνοµάζεται δὲ τὸ τοιοῦτον πάθος ἄνθραξ. ὅταν δὲ τὸ ἐπιῤῥέον αἷµα µέλαν ᾖ καὶ παχὺ καὶ ἰλυῶδες καὶ ζέον, οἷόν περ τὸ προειρηµένον, ἅµα δὲ καὶ ἰχῶράς τινας λεπτοὺς µεµιγµένους ἔχῃ, φλυκταίνας ἐπιπολῆς τοῦ δέρµατος ἀνίστησιν, ὁµοίας ταῖς ἀπὸ πυρὸς ὧν ἐκρηγνυµένων τὸ ἐσχαρῶδες ὑπ’ αὐταῖς ἕλκος εὑρίσκεται· καὶ ἔστιν ἄνθραξ ἤδη καὶ τοῦτο. τὰ µὲν οὖν τῆς φλεγµονῆς εἴδη τοσαῦτα κατά γε τὴν φύσιν αὐτὴν τοῦ πάθους διαιρούµενα. πολλὰ δ’ ἂν ἴσως δόξειέ τις παραλελεῖφθαι τῷ πλήθει τῶν ὀνοµάτων ἐξαπατώµενος, οἷον βουβῶνάς τε καὶ φύµατα καὶ φύγεθλα καὶ ὀφθαλµίας καὶ περιπνευµονίας καὶ πλευρίτιδας καὶ ἄλλα πολλὰ τῶν ὁµοίως ὀνοµαζοµένων. ἅπαντα γὰρ ταῦτα φλεγµοναὶ µέν τινές εἰσιν, ἐν οἷς πρόσθεν εἶπον εἴδεσι περιεχόµεναι, διαφόρου δ’ αὐτῶν ἕκαστον ἔτυχε προσηγορίας, τῶν πρώτως θεµένων αὐτὰς σύνθετον νόησιν αὐτοῦ τε τοῦ πάθους καὶ τοῦ δεδεγµένου ἅµα µέρους αὐτὸ, δι’ ἑνὸς ἑρµηνεῦσαι βουληθέντων ὀνόµατος. ἔστι γὰρ ὁ µὲν βουβὼν καὶ τὸ φῦµα καὶ τὸ φύγεθλον ἀδένων παθήµατα. βουβὼν µὲν ἡ φλεγµονή· φῦµα δὲ τὸ ταχέως αὐξόµενον καὶ πρὸς ἐκπύησιν ἐπειγόµε-νον· φύγεθλον δὲ τὸ λεγόµενον φλεγµονῶδες ἐρυσίπελας ἢ ἐρυσιπελατώδης φλεγµονή. οὕτω δὲ καὶ ὀφθαλµία µὲν ἡ τοῦ πεφυκότος ὑµένος τῷ κερατοειδεῖ φλεγµονή· πλευρῖτις δ’ ἡ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑµένος· συνάγχη δὲ φάρυγγος· ἡ περιπνευµονία δὲ τοῦ πνεύµονος· ἑκάστου τε τῶν ἄλλων ἀνάλογον. τὰς µὲν οὖν ἐν τοῖς φαινοµένοις µέρεσι τοῦ σώµατος φλεγµονὰς ἕτοιµον γνωρίζειν· τὰς δ’ ἐν τοῖς ἀφανέσιν, αἳ καὶ τοὺς πυρετοὺς ἐπιφέρουσι πάντως, οὐκέθ’ ὁµοίως· ἀλλ’ ἐµοὶ µὲν δοκεῖ γνώµης τε πάνυ λεπτῆς ἡ τοιαύτη δεῖσθαι διάγνωσις, ἐµπειρίας τε τῆς φύσεως τῶν µορίων, ἣν ἐξ ἀνατοµῆς τε ἅµα καὶ ἀκριβοῦς ἐπιστήµης ἐνεργειῶν τε καὶ χρειῶν ποριζόµεθα· περὶ µὲν δὴ τούτων ἐν ἑτέραις εἴρηται πραγµατείαις. νῦν δ’ οὐκέτ’ ἐγχωρεῖ, προστιθέναι τὸν περὶ τούτων λόγον, ἐξαίφνης σοι προσπεσούσης ἀναγκαίας ἀποδηµίας. ὅπως δ’ ἄν τις τὰς ἐν τοῖς φαινοµένοις µορίοις συνισταµένας φλεγµονὰς κάλλιστα ἰῷτο, τοῦτό σοι πρῶτον δίειµι τὴν ἀρχὴν ἀπὸ τοῦ πολλάκις τε γιγνοµένου πάθους καὶ δι’ αὐτὸ τοῦτο ὅλου τοῦ γένους τὴν προσηγορίαν ἀπενεγκαµένου ποιησάµενος. ἐφ’ οὗ τοῦτο πρῶτον ἁπάντων φηµὶ χρῆναι σκοπεῖν, ὅπερ κᾀν τοῖς ἄλλοις ἅπασι µεγίστην ἔχει δύναµιν, ἐξευρεῖν τὴν πρόφασιν τοῦ νοσήµατος.