7. Τὸ δ’ ὅσον χρὴ κενοῦν αἵµατος πλεονάζοντος οὐδὲν µέγα. τί δήποτ’ οὖν παρεῖδεν ὁ ᾿Ερασίστρατος αὐτὸ καθάπερ τι τῶν µεγάλων; ἢ τί ληροῦσιν οἱ πρὸς ἅπαν ἐρίζειν ἑτοιµότατοι τῆς κενώσεως ἄγνωστον εἶναι φάσκοντες, ὥσπερ καὶ τῶν ἄλλων βοηθηµάτων ταυτὸν κατηγοροῦντες; ἢ τίνος ὦ πρὸς θεῶν ἀκριβῶς οἴονται τὸ µέτρον λαβεῖν, ὡς µήθ’ ὑπερβάλλειν τὸ ποσὸν µήτ’ ἐλλείπειν; ἆρά γε κλυστῆρος, ἢ τῶν καθαιρόντων τινὸς φαρµάκων, ἢ τῶν οὔρησιν κινούντων, ἢ τροφῆς ἢ πόµατος οὐδενὸς τῶν πάντων; ὥρα τοίνυν αὐτοῖς εἰς ἅπαντα τὴν ὑποψίαν ἐκτείνουσιν ἡσυχάζειν περὶ πᾶν. τί ποτ’ οὖν αὐτὸς ὁ ᾿Ερασίστρατος καθαίρουσι χρῆται φαρµάκοις καὶ οἶνον δίδωσιν ὕδατι ψυχρῷ κεραννὺς, ἄλλοις τέ τισι καὶ χολερικοῖς. ἐνταῦθα µέν γε φορτικῶς ἱκανῶς ἐπαινῶν τὸν διδάσκαλον Χρύσιππον, ὡς ἐξευρόντα βοήθηµα µηδενὶ τῶν ἔµπροσθεν ἐγνωσµένον, µόνον διαρκὲς εἰς ἴασιν χολερικῶν ἤδη θανάτῳ πελαζόντων. οὐ γὰρ ἐν τῷ τυχόντι δίδωσιν αὐτῷ καιρῷ, ἀλλ’ εἰς ὀξὺ σφόδρα κατήγαγε τὴν χρῆσιν τοῦ βοηθήµατος. καὶ οὐ µέµφοµαι τοῦτο, εἰ πάντα ἀκριβῶς ἐστοχάσατο τοῦ καιροῦ. θαυµαζέτω δέ τις ἐκεῖνο, πῶς ἐν οἷς µὲν αὐτὸς εἴρηκεν, εἰ Χρυσίππειόν τι διδάσκει, τολµηρὸς ἱκανῶς ἐστι καὶ οὐδὲν ἄρα τηνικαῦτ’ αὐτὸν, οὐκ ὀξύτης καιροῦ κατέπληξεν, οὐ τοῦ µέτρου τὸ δύσληπτον, οὐ τοῦ πάθους τὸ κινδυνῶδες, ἀλλ’ οὕτως οἴεται σαφῶς τε ἅµα καὶ ἀκριβῶς αὐτό τε τὸ µέτρον καὶ τὸν καιρὸν ἐκδιδάσκειν, ὥστ’ οὐ µόνον ἰατροῖς, ἀλλ’ ἤδη καὶ ἰδιώταις χρησίµους εἶναι τὰς ὑποθήκας νοµίζει. οἷς δ’ ἄν τινα δέοι τῶν πρεσβυτέρων ἰατρῶν ἐπαινέσαι τῆς εὑρέσεως, ἐνταῦθα παντάπασιν ἀποδιδράσκει. φέρε δὴ καὶ τοῦτο αὐτοῖς ἐπιδείξοµεν, ὡς παντὸς οὑτινοσοῦν βοηθήµατος ἐν φλεβοτοµίᾳ τὸ µέτρον εὐληπτότερον. εἰ καὶ γὰρ χρόας µεταβολὴν ἔνεστι πολλάκις τεκµήρασθαι καὶ διχῶς τοῦτο ποιῆσαι, ποτὲ µὲν τοῦ ῥέοντος αἵµατος, ποτὲ δὲ καὶ τοῦ κάµνοντος αὐτοῦ. καὶ λειποθυµία ἐπὶ πολλῶν παθῶν ὅρος ἐστὶ κενώσεως, καὶ ὁ τόνος τῆς ῥύσεως τοῦ αἵµατος ὀκλάζων, καὶ οἱ σφυγµοὶ τρεψάµενοι. καὶ µόνης ταύτης κενώσεως αὐτοκράτορα τὴν ἐξουσίαν ἔχει ὁ ἰατρὸς παύειν ὅτε βούλοιτο, τῶν δ’ ἄλλων οὐδεµιᾶς. ἀλλ’ εἴθ’ ὑπήλατον φάρµακον δώσεις, εἴτε ἐµετήριον, εἴτε οὔρων κενωτικὸν, εἴτε θώρακος, εἴτε κεφαλῆς καθαρτικὸν, πρώτη δόσις ἐπὶ σοὶ, τὰ δ’ ἐφεξῆς ἡ τύχη βραβεύει καὶ µέγας ὁ κίνδυνος ἐπὶ φαρµάκων καθαιρόντων δόσεσιν ἢ µὴ κινηθῆναι τὴν κάθαρσιν ἢ µὴ ῥᾳδίως ἐκκριθῆναι τὸ συῤῥοῦν εἰς τὴν κοιλίαν, ἢ µετὰ πόνων καὶ δήξεων καὶ στρόφων καὶ καταψύξεως καὶ ἀσφυξίας καὶ λειποθυµίας ἐκκρίνεσθαι, ἢ ταραχθῆναι µὲν ὅλον τὸ σῶµα σφοδρῶς, ὀλίγον δὲ κενωθῆναι ἢ ὑπερκενωθῆναι. καὶ γὰρ αὖ καὶ τοῦτο γίνεται πολλάκις ἐν τῷδε, κακῶν ἔσχατον. οὐ γὰρ ὥσπερ ἐπὶ τῆς φλεβὸς τῆς διῃρηµένης ἐπιθεὶς τὸν δάκτυλον εὐθὺς ἔπαυσας, τὸ ῥέον εἰς τὴν γαστέρα παύειν. ἀλλ’ ὅµως οὐδεὶς ἰατρῶν ἀφίσταται δόσεως φαρµάκων, εὐλαβείᾳ τῶν ἐπιγιγνοµένων συµπτωµάτων, ἀλλ’ ὡς σφαλεὶς νῦν οὕτω µηκέτι χρῆσθαι προνοεῖται. τί λέγω καθαρτικὰ καὶ φαρµάκων ἰσχυρῶν µνηµονεύων διατρίβω, σιτίου παντὸς ἡ διαµαρτία τοῦ µέτρου µέγιστα βλάπτει; θεάσασθαι δέ ἐστιν ἐναργῶς τῆς βλάβης τὸ µέγεθος ἐν τοῖς ὑπερίνοις µὲν καὶ ἀσθενέσι, ταχείας δὲ ἀναθρέψεως δεοµένοις. ἐν οἷς τὸ µὲν ἔλαττον ἐνδεῶς τρέφον µαραίνει τὴν δύναµιν, τὸ δ’ ὑπερβάλλον, ἄχθος ὂν τῇ φύσει µᾶλλον ἢ τροφὴ, τελέως ἀπέπνιξέ τε κατέσβεσεν. ἆρ’ οὖν ἀποστήσει καὶ τοῦ σιτίου διδόναι, διότι τὸ µέτρον δύσληπτον; οὕτω µέν γε καὶ τοῦ ἰατρεύειν ἀποστήσῃ παντάπασιν. ὡς οὐδὲν γὰρ εὕροις τῶν κατ’ ἰατρικὴν ὃ µὴ σὺν µέτρῳ τινὶ τὴν χρείαν παρέχει. φλεβοτοµίας δὲ καὶ µόνης οὐδὲ τοῦτ’ ἔχεις µέµψασθαι. ἄµφω τοῦ µέτρου αἱ διαµαρτίαι µεγάλα βλάπτουσιν· αἱ µὲν γὰρ ὑπερβολαὶ βλαβερώταται, τίς δ’ οὐ φησίν; ἀλλ’ οὐκ ἀναγκαῖον ὑπερβάλλειν ἐν ᾧ τοὐλάττονα κίνδυνον. ἔστω γὰρ, εἰ τύχοι, τριῶν κοτυλῶν ἡ σύµµετρος ἀφαίρεσις, εἰ µὲν δ′ ἀφέλοις, ἔβλαψε µέγιστα· δύο δ’ εἰ ἐκκενώσαις, ὠφέλησε µὲν ἱκανῶς, ἔβλαψε δ’ οὐδέν. ἔνεστι µὲν γάρ σοι τὴν µίαν ἢ κλυστῆρσιν ἢ ἀσιτίαις ἢ τρίψεσιν ἢ ἱδρῶσιν ἐκκενῶσαι. πρὸς τὸ µηδ’ εἰ αὖθις αἵµατος ἀφελεῖν ἐθέλοις κεκωλύσθαι. ἀλλὰ τί πολλὰ λέγω φιλοτιµούµενος ἀντιπαρεξάγειν ἀνθρώποις ἀµαθέσιν, οἳ πρὸς τὸ µηδὲν ἐχόµενον λόγου φλυαρεῖν οὐδὲ τὰ πρὸς αὐτῶν ἐπαινούµενα γινώσκουσι. θαυµάζουσι µὲν γὰρ τοὺς ᾿Ερασιστράτου λόγους καὶ τοὔνοµα ἐπ’ αὐτοῖς ἀπ’ ἐκείνου τίθενται, προσαγορεύοντες ᾿Ερασιστρατείους, οὕτω δὲ αὐτῶν ἀµαθεῖς εἰσὶν ὥστε πάντα µᾶλλον ἢ τὴν ἐκείνου γνώµην ἐξηγοῦνται. περὶ γοῦν φλεβοτοµίας οὕτω µακρὰ καὶ ἀλλόκοτα ληροῦσιν, ὡς ἄν τινα µὴ τὴν ἀµάθειαν αὐτῶν µόνον, ἀλλ’ ἤδη καὶ τὴν ἀναισχυντίαν θαυµάσαι. σαφῶς γὰρ αὐτοῦ λέγοντος ᾿Ερα-σιστράτου ἐν τῷ περὶ αἵµατος ἀναγωγῆς, ἐν ᾧ καὶ µόνῳ φλεβοτοµίας ἐµνηµόνευσε, ὅτι Χρύσιππος ὑπὲρ τοῦ διαρκέσαι τὸν κάµνοντα ταῖς ἀσιτίαις ἀναγκαίως παραληφθησόµενον διὰ τὰς φλεγµονὰς οὐκ ἀφῄρει τοῦ αἵµατος, αὐτοὶ πάντα µᾶλλον ἢ ταῦτα λέγουσιν. εἶτ’ οὖν ἐµὲ βούλει προσέχειν ἀνθρώποις ᾿Ερασιστράτου φλυαροῦσιν, αὐτὰς ἔχοντα ᾿Ερασιστράτου φωνάς; οὐδενὶ τὸν τρόπον ἡγοῦµαι προσήκειν. ἀκούσωµεν οὖν αὐτοῦ τῶν φωνῶν. πολὺ, φησὶ, βέλτιον ὁ Χρύσιππος ἐποίει, οὐ µόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφεροµένου κινδύνου φροντίζων. ἐχόµενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ φλεγµονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν µὲν οὐ ῥᾴδιον, φλεβοτοµηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. σαφῶς γὰρ ἐνταῦθα τὸν κατ’ ἔνδειαν κίνδυνον εὐλαβεῖσθαί φησιν αὐτὸν, ὃν ἐξ ἀνάγκης ἀκολουθήσειν οἴεται πλείονι χρόνῳ, διὰ τὴν φλεγµονὴν λιµαγχονουµένου τἀνθρώπου.

Перейти на страницу:

Похожие книги