7. ῞Οσοι δὲ αἷµα πτύσαντες ἐθεραπεύθησαν µὲν τῷ παραυτίκα, τοιαύτην δὲ ἔχουσι κατασκευὴν, ἐν τοῖς κατὰ θωρακά τε καὶ πνεύµονα µορίοις, ὡς εἰ βραχὺ πλέον ἀθροισθῆ θέλοι τὸ αἷµα, πάλιν αὐτοῖς ἤτοι γ’ ἀναστοµωθῆναί τι τῶν ἀγγείων ἢ ῥαγῆναι, τούτους εἰ καὶ µηδὲν εἴη κατὰ τὸ σῶµα µηδέπω σύµπτωµα, φλεβοτοµεῖν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος. ὡσαύτως δὲ καὶ τοὺς εἰς ἐπιληπτικὰ πάθη ῥᾳδίως ἐµπίπτοντος ἢ ἀποπληκτικούς. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ καί τισι τῶν ἄλλων νοσηµάτων εὐάλωτον εἰδείηµεν εἶναι τὸν ἄνθρωπον, οἷον ἤτοι περιπνευµονικοῖς ἢ πλευριτικοῖς ἢ συναγχικοῖς, ἄµεινον φθάνειν φλεβοτοµοῦντας µὴ περιµένοντας φανῆναί τι σύµπτωµα πλήθους ἐναργές. ὡσαύτως δὲ καὶ οἷς αἱµοῤῥοΐδες ἐπέσχηνται, καὶ µάλιστα εἰ µελαγχολικώτεροι φαίνονται. καὶ ὅσοι δὲ καθ’ ἕκαστον ἔτος ἐν θέρει νοσοῦσιν νοσήµατα πληθωρικὰ, καὶ τούτους χρὴ κενοῦν εἰσβάλλοντος ἦρος. ὡσαύτως καὶ ὅσοι κατ’ αὐτὸ τὸ ἔαρ ἁλίσκονται τοῖς τοιούτοις, ἔνιοι ὀφθαλµοὺς ἔχοντες ἀσθενεῖς, ἢ τοῖς ὀνοµαζοµένοις σκοτωµατικοῖς πάθεσιν εὐάλωτοι καὶ αὐτοὶ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος δέονται κενοῦσθαι, προσδιασκεψαµένων ἡµῶν ὁποῖόν τι τὸ ἀθροιζόµενον αὐτοῖς εἴη. τινὲς µὲν γὰρ τὸν πικρόχολον ἀθροίζουσι χυµὸν πλέονα τῶν ἄλλων, τινὲς τὸν µελαγχολικὸν ἢ φλεγµατικὸν, ἔνιοι δὲ ὁµοτίµως ἅπαντας ἐφ’ ὧν αἷµα πλεονάζειν λέγεται. τούτους οὖν ἅπαντας κενώσεις, ὥσπερ καὶ τοὺς ποδαγρικούς τε καὶ ἀρθριτικοὺς ἐν ἀρχῇ τοῦ ἦρος, ἀλλ’ ἤτοι φαρµακεύων ἢ φλεβοτοµῶν. ἐγὼ γοῦν πολλοὺς ἐτῶν ἤδη τριῶν καὶ τεττάρων ἐνοχλουµένους ἐκ διαλειµµάτων ἀλγήµασι ποδῶν ἰασάµην, ἤτοι καθαίρων τὸν πλεονάζοντα χυµὸν ἐν ἀρχῇ τοῦ ἦρος ἢ αἵµατος ἀφαιρῶν. εὔδηλον δ’ ὅτι καὶ µέτριοι τινὲς οἱ τοιοῦτοι κατὰ τὴν ὅλην εἰσὶ δίαιταν, ὡς τούς γε ἀκολάστους οἰνόφλυγάς τε καὶ γαστριµάργους οὐδὲν ὀνήσεις µέγα, φαρµακεύων ἢ φλεβοτοµῶν. ἀθροίζουσι γὰρ ἐν τάχει πλῆθος ὠµῶν χυµῶν, ἀκολάστως διαιτώµενοι. τούτους µὲν οὐδὲ ἐπιχειρεῖν χρὴ θεραπεύειν, ὅπη δ’ εὐπειθεῖς εἰσὶν ὀνήσεις αὐτοὺς µέγιστα κατὰ τὴν ἀρχὴν τοῦ ἦρος, προκενώσας µὲν πρῶτον, ἐφεξῆς δ’ ἐπὶ γυµνάσια καὶ δίαιταν ὑγιεινὴν ἀναγαγών. ἃ δ’ ἐπὶ τούτων εἴρηκα, ταῦτά σοι νόµιζε καὶ περὶ πάντων εἰρῆσθαι τῶν ἐπιτηδείων ἁλίσκεσθαι πάθεσιν οἷς ἀρτίως εἶπον, οἷον ἐπιληπτικοῖς, ἢ ἀποπληκτικοῖς, ἢ σκοτωµατικοῖς, ἢ αἱµοπτοϊκοῖς, ἢ µελαγχολικοῖς.