13. Πάλιν δὲ ἐξ ἀρχῆς ἀνελθόντες ἐπὶ τὸ προκείµενον σκέµµα διέλθωµεν ὅσα γιγνώσκοµεν ἀναγκαιότατα βουλοµένοις ἀβλαβεῖς ἀεὶ τὰς φλεβοτοµίας ἐργάζεσθαι. πρῶτον µὲν ἐπίστασθαι προσήκει τοὺς εἰρηµένους σκοποὺς τοῦ βο-ηθήµατος αὐξοµένους µὲν ἐνδείκνυσθαι πλέονα κένωσιν, ἐκλυοµένους δὲ καθαίρειν εἰς τοσοῦτον τὴν ποσότητα τῆς κενώσεως, εἰς ὅσον ἐµειώθησαν αὐτοί. µέγεθος οὖν νοσήµατος ἅµα ῥώµῃ δυνάµεως οἱ πρῶτοι σκοποὶ φλεβοτοµίας ἦσαν, ὁ µὲν ὡς ἐνδεικνύµενος αὐτὸς ἃ χρὴ πράττειν, ὁ δ’ ὡς οὐ κωλύων ἐκεῖνον, ὅπερ ἀντιενδείκνυσθαι καλοῦσιν ἔνιοι τῶν νεωτέρων ἰατρῶν. ἐνίοτε γὰρ ἡ µὲν διάθεσις ὑπαγορεύει τὴν φλεβοτοµίαν, ἡ δ’ ἀῤῥωστία τῆς δυνάµεως κωλύει. τούτων δ’ ἀµφοτέρων τῶν σκοπῶν ὑπαρχόντων, δῆλον µὲν, ὡς ἐλέχθη πρόσθεν, οὐδὲ πλῆθος ἐστὶ χυµῶν ὠµῶν τοσούτων τε καὶ τοιοῦτον ὡς κωλῦσαι τὸ βοήθηµα. συνεπισκέπτεσθαι δ’ ἐφεξῆς ὁποία ἡ φυσικὴ κρᾶσίς ἐστι τἀνθρώπου. τοὺς µὲν γὰρ µεγάλας ἔχοντας τὰς φλέβας, ἰσχνούς τε µετρίως καὶ µὴ λευκοὺς µηδ’ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις, τοὺς δ’ ἐναντίους φειδοµένως. αἷµά τε γὰρ ὀλίγον ἔχουσιν εὐδιαφόρητόν τε τὴν σάρκα. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ τοὺς παῖδας φλεβοτοµήσεις µέχρι τεσσαρακαιδεκαετοῦς ἡλικίας, µετὰ δὲ ταύτην ἐὰν αἷµα πάµπολύ τε φαίνηται ποτὲ ἠθροισµένον, ἥ θ’ ὥρα τοῦ ἔτους ἐαρινὴ καὶ τὸ χωρίον εὔκρατον φύσει καὶ ἡ τοῦ παιδὸς φύσις εὔαιµος, ἀφαιρήσεις ἔτι µᾶλλον αἷµα, εἰ κίνδυνος ἐφεδρεύει περιπνευµονίας, ἢ συνάγχης, ἢ πλευρίτιδος, ἢ τινὸς ἄλλου ὀξέος καὶ σφοδροῦ νοσήµατος. ἀφαιρήσεις δὲ τὸ πλεῖστον ἄχρι κοτύλης τὸ πρῶτον. ἐὰν δέ σοι µετὰ ταῦτα ἐπισκεπτοµένῳ δόξῃ τὰ τῆς δυνάµεως ἰσχυρὰ διαµένειν, ἥµισυ προσθήσεις κατὰ τὴν ἐπαφαίρεσιν. ἔµαθες δὲ τῷ σφοδρῷ σφυγµῷ µετὰ ὁµαλότητος ὡς ἀψευδεῖ σηµείῳ πιστεύειν περὶ δυνάµεως ἰσχυρᾶς, ἐξ ἐπιµέτρου δὲ καὶ τῷ µεγάλῳ. καὶ τοίνυν καὶ τοὺς ἑβδοµηκοντούτας φλεβοτοµήσεις ὧν εἴρηκα σφυγµῶν παρόντων, ἐπειδὰν ἡ διάθεσις κελεύῃ. εἰσὶ γὰρ ἔτι καὶ κατὰ τὴν ἡλικίαν τήνδε πολύαιµοί τινες ἅµα ῥώµῃ δυνάµεως, ὥσπερ ἕτεροι ξηροὶ, καὶ ὀλίγαι µοι καὶ ῥᾳδίως µελαινόµενοι πᾶν τὸ πληγὲν µέρος. οὐ προσέξεις οὖν τῷ ἀριθµῷ µόνον, καθάπερ ἔνιοι προσέχουσιν, ἀλλὰ τῇ τοῦ σώµατος ἕξει. καὶ γὰρ ἑξηκο-ντοῦταί τινες οὐκέτι φέρουσι φλεβοτοµίαν, ἑβδοµηκοντοῦται δὲ φέρουσιν. ἀλλὰ ἔλαττον ἀφαιρήσεις δηλονότι τούτων, εἰ καὶ τὴν αὐτὴν ἔχειν φαίνονται διάθεσιν ἀκµαστικῷ σώµατι.

Перейти на страницу:

Похожие книги