2. ῾Η δ’ αἰτία δι’ ἣν οὐκ ἐχρῆτο φλεβοτοµίᾳ, τὸ µὲν ἀληθέστατον φάναι, τάχ’ ἄν τῳ δόξειε µαντείας δεῖσθαι. τί γὰρ ἄν τις εἰδείη πῶς ᾿Ερασίστρατος ἐγίνωσκεν ὑπὲρ ὧν αὐτὸς οὐδὲν ἐµνηµόνευσε διεξοδικῶς; ὅµως δ’ οὖν ἐτόλµησάν τινες ἀποµαντεύσασθαι τῆς γνώµης αὐτοῦ. κατάφωροι δ’ εἰσὶν ἁµαρτάνοντες οὐχ ἥκιστα ἐξ ὧν πρὸς ἀλλήλους διαφέρονται. δοκεῖ γὰρ αὐτῶν οὐδενὶ τὰ αὐτὰ, καὶ τὸ πάντων δεινότατον, ὅτι µηδ’ αὐτοῖς τοῖς συµφοιτηταῖς µὲν τοῦ ᾿Ερασιστράτου, µαθηταῖς δὲ Χρυσίππου τοῦ Κνιδίου, οὗπερ δὴ πρώτου τὸ δόγµα τοῦτ’ ἦν, µὴ χρῆσθαι φλεβοτοµίᾳ· οὐδὲ γὰρ ἐκείνοις ὁµολογεῖται περὶ τῆς Χρυσίππου γνώµης οὐδέν. ἀλλὰ τὰ µὲν ὑπό τε ᾿Αποιµάντου καὶ Στράτωνος εἰρηµένα καταγέλαστα. καὶ γὰρ τὸ σχάσαι τὴν φλέβα δύσκολον εἶναί φασιν καὶ τὸ διαγνῶναι καὶ τὸ διαιρῆσαι τὴν ἀρτηρίαν αὐτὴν, µετὰ δ’ ἐν τούτῳ κακὸν ἀποβαίνει, εἰ ἀντὶ φλεβὸς ἀρτηρίαν διαιρεῖσθαι συµβαίνει· καὶ ὅτι δείσας τις ἔθανεν, ὁ µὲν καὶ πρὸ τοῦ τµηθῆναι τὸ ἀγγεῖον, ὁ δὲ καὶ τµηθεὶς οὐκ ἀνεκοµίσθη· καὶ ὅτι ἡµοῤῥάγησέ τις ἀνεπισχέτως·τὰ δ’ ὑφ’ ἑτέρων λεγόµενα, τῶν µὲν, ὅτι τοῦ µέτρου τῆς κενώσεως ἐστοχάσθαι χαλεπὸν, ὥστε ἀναγκαῖον ἢ ἐνδεῶς κενώσαντι µηδὲν εἶναι πλέον ἢ τὸ σύµµετρον ὑπερβαλόντι µεγίστην ἀκολουθῆσαι βλάβην. τί γὰρ ἂν ἀποδέοι, φασὶ, σφαγῆς ἄµετρος φλεβοτοµία; τῶν δὲ, ὅτι παρέµπτωσις τοῦ πνεύµατος ἐκ τῶν ἀρτηριῶν εἰς τὰς φλέβας γένοιτ’ ἂν, ἀκολουθήσει γὰρ ἐξ ἀνάγκης κατὰ τὰς συναναστοµώσεις τοῦ αἵµατος κενουµένου τὸ πνεῦµα· τῶν δ’, ὅτι τοῦ πάθους τῆς φλεγµονῆς ἐν ἀρτηρίαις συνισταµένου, περιττὸν ἐκκενοῦν τὰς φλέβας. τὰ δὲ τοιαῦτα κᾂν εἴ τινι ἔδοξεν εἶναι πιθανὰ, κατά γε τὴν ἀλήθειαν αὐτὴν οὔτε πιθανὸν οὐδὲν ἔχει καὶ ψευδῆ φανερῶς ἐστι· πολλῷ γὰρ ἂν ἦσαν πιθανώτεροι ταῦτα λέγοντες ἅπερ ἑτέροις τισὶν ἐκ τῆς τῶν χυµῶν φύσεως ὁρµωµένοις εἴρηται. καὶ τάχ’ ἂν ἴσως καὶ δέοιτό τις πρὸς ἐκείνους λόγου πλείονος, ἀλλ’ οὐ νῦν καιρός· εἰς µακρόν τε γὰρ οὕτω λόγον µῆκος ἐκπεσεῖν ἀνάγκη, καὶ ἄλλως οὐδὲν κατεπείγει τὰ µήθ’ ὑπ’ ᾿Ερασιστράτου µήθ’ ὑπ’ ἄλλου τινὸς τῶν Χρυσίππου µαθητῶν εἰρηµένα νῦν ἐπιχειρεῖν ἐξελέγχειν.

Перейти на страницу:

Похожие книги