3. ῎Αριστα οὖν µοι δοκῶ διαθέσθαι τὸν λόγον, εἰ τἄλλα παραλιπὼν ἀπ’ αὐτῶν ἀρξαίµην τῶν ᾿Ερασιστράτῳ δοκούντων· εἰρήσεται δ’ ὡς ἔνι µάλιστα διὰ βραχυτάτων. ἀρέσκει δὲ αὐτῷ πνεύµατος µὲν ἀγγεῖον εἶναι τὴν ἀρτηρίαν, αἵµατος δὲ τὴν φλέβα· σχιζόµενα δ’ ἀεὶ τὰ µείζω τῶν ἀγγείων εἰς ἐλάττονα µὲν τὸ µέγεθος, ἀριθµὸν δὲ πλείω καὶ πάντῃ τοῦ σώµατος ἐνεχθέντα, µηδένα γὰρ εἶναι τόπον ἔνθα µὴ πέρας ἀγγείου κείµενον ὑπάρχει, εἰς οὕτω σµικρὰ πέρατα τελευτᾷν, ὥστε τῇ µύσει τῶν ἐσχάτων στοµάτων κρατούµενον ἐντὸς αὐτῶν ἴσχεσθαι τὸ αἷµα· καὶ διὰ τοῦτο καίτοι παρακειµένων ἀλλήλοις τοῦ στόµατος τοῦ τε τῆς φλεβὸς καὶ τῆς ἀρτηρίας, ἐν τοῖς ἰδίοις ὅροις µένειν τὸ αἷµα µηδαµόθι τοῖς τοῦ πνεύµατος ἐπεµβαῖνον ἀγγείοις. µέχρι µὲν δὴ τοῦδε νόµῳ φύσεως διοικεῖσθαι τὸ ζῶον· ἐπεὶ δέ τις αἰτία βίαιος ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τὸ αἷµα µεταχθῆναι, αὐτὸ νοσεῖν ἀναγκαῖον ἤδη. αἰτίας δὲ καὶ ἄλλας τινὰς καὶ οὐδεµιᾶς ἐλάττω τὸ πλῆθος εἶναι τοῦ αἵµατος, ὑφ’ οὗ διατείνεσθαι µὲν τὸν χιτῶνα τῆς φλεβὸς, ἀναστοµοῦσθαι δὲ τὰ πρότερον µεµυκότα πέρατα, µεταχεῖσθαι δὲ εἰς τὰς ἀρτηρίας τὸ αἷµα, κᾀντεῦθεν τῷ παρὰ καρδίας φεροµένῳ πνεύµατι προσκόπτον καὶ ἐνιστάµενον, ἀλλοιοῦντι τὴν ἐκείνου κίνησιν, ἡνίκ’ ἂν ἐγγὺς ᾖ καὶ κατ’ εὐθὺ τῆς ἀρχῆς καὶ τοῦτ’ εἶναι τὸν πυρετόν· ὠθούµενόν τε ὑπ’ αὐτοῦ πρόσω σφηνοῦσθαι κατὰ τὰ πέρατα τῶν ἀρτηριῶν καὶ τοῦτ’ εἶναι τὴν φλεγµονήν. οὕτω µὲν ἐπὶ πλήθει φλεγµονὴν ἐργάζεται τῷ λόγῳ τῷδε, ἐπὶ τραύµασι δὲ φλεγµονὴν αἰτιᾶται µὲν, κᾀνταῦθα τὴν παρέµπτωσιν ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τοῦ αἵµατος, αὐτῆς δὲ τῆς παρεµπτώσεως αἰτίαν εἶναί φησι τὴν πρὸς τὸ κενούµενον ἀκολουθίαν. ὅταν γὰρ τῶν ἐν τῷ τετρωµένῳ µέρει διαιρεθεισῶν ἀρτηριῶν ἐκχυθῇ, κατὰ τὴν τρῶσιν ἅπαν τὸ πνεῦµα καὶ κίνδυνος ᾖ κενὸν γενέσθαι τόπον, ἕπεσθαι κατὰ τὰς συναναστοµώσεις τὸ αἷµα, τοῦ κενουµένου πνεύµατος τὴν βάσιν ἀναπληροῦντος· ἀνεωγότος µὲν οὖν τοῦ πνεύµατος ἐκχεῖσθαι, κλεισθέντος δὲ καὶ µύσαντος ἔνδον ὠθούµενον ὑπὸ τοῦ παρὰ καρδίαν ἐπιπεµποµένου πνεύµατος ἀθροίζεσθαι πάλιν ἅπαν ἐν τοῖς περὶ τὸ τραῦµα τόποις, καὶ τὴν φλεγµονὴν οὕτως ἐργάζεσθαι. ἄγε δὴ, συγχωρήσοµεν γὰρ αὐτὸν κατά γε τὸ παρὸν ἀληθεύειν ἅπαντα περί τε πυρετοὺς καὶ φλεγµονὰς, καίτοι γ’ ὅτι µηδὲν αὐτῶν ἀληθές ἐστιν ἐν ἑτέροις ἀπεδείξαµεν, ἐφεξῆς ἡµᾶς διδαξάτω τὰ ἰάµατα. φησὶ γοῦν αὐτὸς ἔν τε ἄλλοις πολλοῖς, κᾀν τῷ τρίτῳ περὶ πυρετῶν κατὰ λέξιν οὕτω· περὶ µὲν οὖν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγµονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφηµάτων· καὶ γίνονται ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς ποιοῦσαι τῶν φλεγµονῶν διὰ πληθώραν. διδοµένων οὖν ἐν τοῖς τοιούτοις καιροῖς προσφορῶν καὶ τῆς πέψεως καὶ ἀναδόσεως τὰς καθ’ αὑτὰς ἐνεργείας ἀποδιδουσῶν, πληρουµένων τῶν ἀγγείων τῆς τροφῆς, ἐπὶ πλέον τε ἰσχυροτέρας συµβήσεται τὰς φλεγµονὰς γίνεσθαι. ταῦτα µὲν ὑπὲρ τῶν περὶ πλήθει χωρὶς τραύµατος γιγνοµένων φλεγµονῶν· ὑπὲρ δὲ τῶν ἐπὶ τραύµασιν ἐν πρώτῳ πάλιν περὶ πυρετῶν ὧδέ πώς φησιν. ἀκόλουθοι δὲ καὶ θεραπεῖαι τούτοις εἰς τὸ ἀφλέγµαντα πάντα γίνεσθαι τὰ τραύµατα· καὶ τῶν φαρµάκων τὰ µὲν περιχριόµενα ἐπὶ τοὺς ὑγιεῖς τόπους ἀποστύφοντα καὶ µύοντα κωλύει τὴν συνίωσιν τοῦ ἄνωθεν κεχυµένου αἵµατος ἐπὶ τοὺς διῃρηµένους τόπους γίνεσθαι. ἐν δὲ τοῖς ἀπαθέσι τόποις πολλῶν ἀνεστοµωµένων ἀρτηριῶν τε καὶ φλεβῶν εἰς τοὺς αὐτοὺς τόπους µετάληψις γίνεται εἰς τὰς φλέβας τοῦ παρεµπεπτωκότος αἵµατος εἰς τὰς ἀρτηρίας. εἶτα ἐφεξῆς πάλιν ἀκόλουθον τούτοις καὶ τὸ µηδὲν προσφέρειν τοῖς τετραυµατισµένοις ὑπὸ τοὺς τῆς φλεγµονῆς καιρούς. κενούµεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέξονται τὸ παρεµπεπτωκὸς αἷµα εἰς τὰς ἀρτηρίας. τούτου δὲ συµβαίνοντος ἧττον αἱ φλεγµοναὶ ἔσονται. οὐκοῦν ὅτι µὲν χρὴ κενῶσαι τὸ πλῆθος καὶ ὅτι δέξασθαι πάλιν εἰς ἑαυτὰς αἱ φλέβες οὐκ ἂν δύναιντο τὸ αἷµα µεσταὶ τυγχάνουσαι καὶ διατεταµέναι, συµφωνεῖται τοῦτό γε καὶ αὐτῷ τῷ ᾿Ερασιστράτῳ. τὸ δὲ ὅτῳ χρὴ τρόπῳ κενῶσαι αὐτὰς τὸ ἀµφισβητούµενόν ἐστιν.