…Ἀριστοτέλης ἐν τῷ περὶ μέθης, ὅτι μάλιστα μὲν οἱ γέροντες ἣκιστα δ᾽ αἱ γυναῖκες ὑπὸ μέθης ἁλίσκονται, τὴν αἰτίαν οὐκ ἐξειργάσατο, μηδὲν εἰωθὼς προΐεσθαι τῶν τοιούτων. εἶταμέντοι προὔβαλεν ἐν μέσῳ σκοπεῖν τοῖς παροῦσιν. ἦν δὲ τῶν συνήθων τὸ δεῖπνον. ἔφη τοίνυν ὁ Σύλλας θατέρῳθάτερον ἐμφαίνεσθαι: κἂν εἰ περὶ τῶν γυναικῶν ὀρθῶς τὴν αἰτίαν λάβοιμεν, οὐκ ἔτι πολλοῦ λόγου δεήσεσθαι περὶ τῶν γερόντων: ἐναντίας γὰρ εἶναι μάλιστα τὰς φύσεις τῇ θ᾽ ὑγρότητι καὶ ξηρότητι καὶ λειότητι καὶ τραχύτητι καὶ μαλακότητι καὶ σκληρότητι. καὶ τοῦτ᾽ ἔφηλαμβάνειν κατὰ τῶν γυναικῶν πρῶτον, ὅτι τὴν κρᾶσιν ὑγρὰν ἔχουσιν, ἣ καὶ τὴν ἁπαλότητα τῆς σαρκὸς ἐμμεμιγμένη παρέχει καὶ τὸ στίλβον ἐπὶ λειότητι καὶ τὰς καθάρσεις: ὅταν οὖν ὁ οἶνος εἰς ὑγρότητα πολλὴνἐμπέσῃ, κρατούμενος ἀποβάλλει τὴν βαφὴν καὶ γίγνεται παντάπασιν ἀβαφὴς καὶ ὑδατώδης. ἔστι δέ τι καὶπαρ᾽ αὐτοῦ λαβεῖν Ἀριστοτέλους τοὺς γὰρ ἄθρουν καὶ ἀπνευστὶ πίνοντας, ὅπερ ‘ἀμυστίζειν’ ὠνόμασαν οἱ παλαιοί, φησὶν ἥκιστα περιπίπτεινμέθαις: οὐ γὰρ ἐνδιατρίβειν τὸν ἄκρατον αὐτοῖς, ἀλλ᾽ ἐξωθούμενον ῥύμῃ διαπορεύεσθαι διὰ τοῦ σώματος. ἐπιεικῶς δὲ τὰς γυναῖκας ὁρῶμεν οὕτω πινούσας. εἰκὸς δ᾽ αὐτῶν καὶ τὸ σῶμα, διὰ τὸν ἐνδελεχῆ τῶν ὑγρῶνκατασπασμὸν ἐπὶ τὰς ἀποκαθάρσεις πολύπορον γεγονέναι καὶ τετμῆσθαι καθάπερ ἀνδήροις καὶ ὀχετοῖς: εἰςοὓς ἐμπίπτοντα τὸν ἄκρατον ὑπάγειν ταχέως καὶ μὴ προσίστασθαι τοῖς κυρίοις μέρεσιν, ὧν διαταραττομένωνσυμβαίνει τὸ μεθύειν. οἱ δὲ γέροντες ὅτι μέν εἰσιν ἐνδεεῖς ἰκμάδος οἰκείας, τοὔνομά μοι δοκεῖ φράζειν πρῶτον: οὐ γὰρ ὡς ῥέοντες εἰς γῆν, ἀλλ᾽ ὡςγεώδεις καὶ γεηροί τινες:, ἤδη γιγνόμενοι τὴν ἕξιν οὕτω προσαγορεύονται. δηλοῖ δὲ καὶ τὸ δυσκαμπὲςαὐτῶν καὶ σκληρόν, ἔτι δ᾽ ἡ τραχύτης:, τὴν ξηρότητα τῆς φύσεως. ὅταν οὖν ἐμπίνωσιν, εἰκὸς ἀναλαμβάνεσθαιτὸν οἶνον, τοῦ σώματος σπογγώδους διὰ τὸν αὐχμὸν ὄντος: εἶτ᾽ ἐμμένοντα πληγὰς καὶ βαρύτητας ἐμποιεῖν. ὡςγὰρ τὰ ῥεύματα τῶν μὲν πυκνῶν ἀποκλύζεται χωρίων καὶ πηλὸν οὐ ποιεῖ τοῖς δ᾽ ἀραιοῖς ἀναμίγνυται μᾶλλον, οὕτως ὁ οἶνος ἐν τοῖς τῶν γερόντων σώμασιν ἔχει διατριβὴν ἑλκόμενος ὑπὸτῆς ξηρότητος, ἄνευ δὲ τούτων ἰδεῖν ἔστι τὰ συμπτώματα τῆς μέθης τὴν τῶν γερόντων φύσιν ἐξ ἑαυτῆςἔχουσαν: ἔστι γὰρ συμπτώματα μέθης ἐπιφανέστατα, τρόμοι μὲν ἄρθρων ψελλισμοὶ δὲ γλώσσης, πλεονασμοὶδὲ λαλιᾶς ὀξύτητες δ᾽ ὀργῆς, λῆθαί τε καὶ παραφοραὶ διανοίας: ὧν τὰ πολλὰ καὶ περὶ τοὺς ὑγιαίνοντας ὄνταπρεσβύτας ὀλίγης ῥοπῆς δεῖται καὶ σάλου τοῦ τυχόντος: ὥστε μὴ γένεσιν ἰδίων ἀλλὰ κοινῶν ἐπίτασιν συμπτωμάτων γίγνεσθαι τὴν μέθην τῷ γέροντι: τεκμήριον δὲ τούτου τὸ μηδὲνεἶναι γέροντι νέου μεθυσθέντος ὁμοιότερον…

Перейти на страницу:

Все книги серии Гуманитарные науки в исследованиях и переводах

Похожие книги